Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.108 Dem. 24.111 (English) >>Dem. 24.114

24.110πανταχόθεν μὲν τοίνυν δῆλός ἐσθʼ ὅτι ταῦτʼ ἔγραψʼ ἐπιβουλεύσας μετὰ τοῦ βουλεύσασθαι ταῦτʼ ἀδικεῖν καὶ οὐ γνώμῃ διαμαρτών, μάλιστα δʼ ἐκ τοῦ πάντα τὸν νόμον μέχρι τῆς ὑστάτης συλλαβῆς τοιοῦτον εἶναι· οὐδὲ γὰρ οὐδʼ ἄκων οὐδὲν ἔθηκεν ὀρθῶς ἔχον, οὐδʼ ὡς ὑμῖν ἔμελλε λυσιτελήσειν. πῶς οὖν οὐκ εἰκὸς μισεῖν καὶ τιμωρεῖσθαι τοῦτον, ὅστις τοῦ μὲν δήμου ἠδικημένου ἠμέλησεν, ὑπὲρ δὲ τῶν ἠδικηκότων καὶ ὕστερον ἀδικησόντων τοὺς νόμους ἔθηκεν; 24.111θαυμάζω δʼ, ἄνδρες δικασταί, τῆς ἀναιδείας αὐτοῦ, τὸ ἡνίκα μὲν ἦρχεν αὐτὸς μετʼ Ἀνδροτίωνος, τὸν ἔλεον τοῦτον ἐπὶ τῷ πλήθει τῷ ὑμετέρῳ μὴ ποιήσασθαι, τῷ ἀπειρηκότι τὰ ἑαυτοῦ χρήματʼ εἰσφέροντι, ἐπειδὴ δʼ Ἀνδροτίωνʼ ἔδει πάλαι ὑφῄρητο τῆς πόλεως χρήματα καταθεῖναι, τὰ μὲν ἱερά, τὰ δʼ ὅσια, τότε θεῖναι τὸν νόμον ἐπʼ ἀποστερήσει τῶν μὲν ὁσίων τῆς διπλασίας, τῶν ἱερῶν δὲ τῆς δεκαπλασίας. καὶ οὕτω πρὸς τὸ πλῆθος τὸ ὑμέτερον προσενήνεκται αὐτίκα δὴ μάλʼ ὑπὲρ τοῦ δήμου φήσων τὸν νόμον τοῦτον θεῖναι. 24.112δικαίως δʼ ἂν ἐμοὶ δοκεῖ παθεῖν ὁτιοῦν, ὅστις οἴεται δεῖν, εἰ μέν τις ἀγορανόμος ἀστυνόμος δικαστὴς κατὰ δήμους γενόμενος κλοπῆς ἐν ταῖς εὐθύναις ἑάλωκεν, ἄνθρωπος πένης καὶ ἰδιώτης καὶ πολλῶν ἄπειρος καὶ κληρωτὴν ἀρχὴν ἄρξας, τούτῳ μὲν τὴν δεκαπλασίαν εἶναι, καὶ νόμον οὐδένα τοῖς τοιούτοις ἐπικουροῦντα τίθησιν· εἰ δέ τινες πρέσβεις αἱρεθέντες ὑπὸ τοῦ δήμου, πλούσιοι ὄντες, ὑφείλοντο χρήματα πολλά, τὰ μὲν ἱερά, τὰ δʼ ὅσια, καὶ εἶχον χρόνον πολύν, τούτοις ὅπως μηδὲν πείσονται μήθʼ ὧν οἱ νόμοι μήθʼ ὧν τὰ ψηφίσματα προστάττει, μάλʼ ἀκριβῶς εὗρεν.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.108 Dem. 24.111 (English) >>Dem. 24.114

Powered by PhiloLogic